# Στρώματα 4.7.53

Clement of Alexandria, Στρώματα, Book 4, Chapter 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/4.7.53

παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε, φησίν. ὁ μὲν οὖν πρῶτος βαθμὸς τῆς σωτηρίας ἡ μετὰ φόβον διδασκαλία, δἰ ἣν ἀπεχόμεθα τῆς ἀδικίας, δεύτερος δὲ ἡ ἐλπίς, δἰ ἣν ἐφιέμεθα τῶν βελτίστων, τελειοῖ δὲ ἡ ἀγάπη, ὡς προσῆκόν ἐστι, γνωστικῶς ἤδη παιδεύουσα. Ἕλληνες γὰρ οὐκ οἶδ’ ὅπως ἀνάγκῃ δεδωκότες ἀλόγῳ τὰ συμβαίνοντα ἄκοντες πείθεσθαι ὁμολογοῦσιν. ὁ γοῦν Εὐριπίδης λέγει· ἅ γ’ οὖν παραινῶ, ταῦτά μου δέξαι, γύναι. ἔφυ μὲν οὐδεὶς ὅστις οὐ πονεῖ βροτῶν, θάπτει τε τέκνα καὶ ἕτερα σπείρει νέα, αὐτός τε θνῄσκει. καὶ τάδ’ ἄχθονται βροτοί. εἶτα ἐπιφέρει· ταῦτα δεῖ στέγειν ἅπερ δεῖ κατὰ φύσιν διεκπερᾶν· οὐ δεινὸν οὐδὲν τῶν ἀναγκαίων βροτοῖς.

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
