Ancient Greek · ~4 min
Book 4, Chapter 8
Clement of Alexandria, Στρώματα 4.8.59
Not analysed yet
οὐκ ἄλλην τοίνυν πρὸς τὴν ἀνθρωπότητα φύσιν ἔχειν ἡ γυνή, ἄλλην δὲ ὁ ἀνὴρ φαίνεται, ἀλλ’ ἢ τὴν αὐτήν, ὥστε καὶ τὴν ἀρετήν. εἰ δὲ ἀνδρὸς ἀρετὴ σωφροσύνη δήπουθεν καὶ δικαιοσύνη καὶ ὅσαι ταύταις ἀκόλουθοι νομίζονται, ἆρ’ ἀνδρὶ μόνῳ ἐναρέτῳ εἶναι προσήκει, γυναικὶ δὲ ἀκολάστῳ καὶ ἀδίκῳ; ἀλλὰ ἀπρεπὲς τοῦτο καὶ λέγειν. σωφροσύνης οὖν ἐπιμελητέον καὶ δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς ἁπάσης ὁμοίως μὲν γυναικί, ὁμοίως δὲ ἀνδρί, ἐλευθέρῳ τε καὶ δούλῳ, ἐπειδὴ μίαν καὶ τὴν αὐτὴν ἀρετὴν εἶναι τῆς αὐτῆς φύσεως συμβέβηκεν. τὸ μὲν τοίνυν τὴν αὐτὴν εἶναι φύσιν τοῦ θήλεος πρὸς τὸ ἄρρεν, καθὸ θῆλύ ἐστιν, οὐ φαμέν· πάντως γάρ τινα καὶ διαφορὰν ὑπάρχειν προσῆκεν ἑκατέρῳ τούτων, δἰ ἣν τὸ μὲν θῆλυ αὐτῶν, τὸ δὲ ἄρρεν γέγονεν· τὸ γοῦν κυοφορεῖν καὶ τὸ τίκτειν τῇ γυναικὶ προσεῖναί φαμεν, καθό θήλεια τυγχάνει, οὐ καθὸ ἄνθρωπος· εἰ δὲ μηδὲν ἦν τὸ διάφορον ἀνδρὸς καὶ γυναικός, τὰ αὐτά ἄν ἑκάτερον αὐτῶν ἔδρα τε καὶ ἔπασχεν.