# Στρώματα 4.8.60

Clement of Alexandria, Στρώματα, Book 4, Chapter 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/4.8.60

ᾗ μὲν τοίνυν ταὐτόν ἐστι, κατὰ ψυχήν, ταύτῃ ἐπὶ τὴν αὐτὴν ἀφίξεται ἀρετήν· ᾗ δὲ διάφορον, κατὰ τὴν δώματος ἰδιότητα, ἐπὶ τὰς κυήσεις καὶ τὴν οἰκουρίαν, θέλω γὰρ ὑμᾶς, φησὶν ὁ ἀπόστολος, εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ. οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός, ἀλλὰ γυνὴ ἐξ ἀνδρός. πλὴν οὔτε γυνὴ χωρὶς ἀνδρὸς οὔτε ἀνὴρ χωρὶς γυναικὸς ἐν κυρίῳ. ὡς γὰρ σώφρονα τὸν ἄνδρα καὶ τῶν ἡδονῶν κρείττονα δεῖν εἶναί φαμεν, οὕτω καὶ τὴν γυναῖκα σώφρονά τε ὁμοίως ἀξιώσαιμεν ἂν εἶναι καὶ πρὸς τὰς ἡδονὰς διαμάχεσθαι μεμελετηκυῖαν· λέγω δέ· πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε, ἡ ἀποστολικὴ συμβουλεύει ἐντολή· ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός. ταῦτα οὖν ἀντίκειται οὐχ ὡς κακὸν ἀγαθῷ, ἀλλ’ ὡς συμφερόντως μαχόμενα. ἐπιφέρει γοῦν·

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
