# Στρώματα 4.8.63

Clement of Alexandria, Στρώματα, Book 4, Chapter 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/4.8.63

ἀναγκαῖον οὖν σύμπαντι τῷ τῶν ἀνθρώπων γένει παιδεία τε καὶ ἀρετή, εἴ γε ἐπὶ τὴν εὐδαιμονίαν σπεύδοιεν. καί πως οὐ μάτην Εὐριπίδης ποικίλως γράφει· ποτὲ μὲν πᾶσα γὰρ ἀνδρὸς κακίων ἄλοχος, κἂν ὁ κάκιστος γήμῃ τὴν εὐδοκιμοῦσαν· ποτὲ δὲ πᾶσα γὰρ δούλη ἐστὶν ἀνδρὸς ἡ σώφρων γυνή, ἡ δὲ μὴ σώφρων ἀνοίᾳ τὸν ξυνόντα ὑπερφέρει. οὐ μὲν γὰρ κρεῖσσον καὶ ἄρειον ἢ ὅθ’ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον ἀνὴρ ἠδὲ γυνή. κεφαλὴ τοίνυν τὸ ἡγεμονικόν. εἰ δὲ κύριος κεφαλὴ τοῦ ἀνδρός, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κύριος ὁ ἀνὴρ τῆς γυναικός, εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων.

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
