# Στρώματα 5.13.107

Clement of Alexandria, Στρώματα, Book 5, Chapter 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/5.13.107

Ἀλλὰ καὶ τὴν ἑβδόμην ἱερὰν οὐ μόνον οἱ Ἑβραῖοι, ἀλλὰ καὶ οἱ Ἕλληνες ἴσασι, καθ’ ἣν ὁ πᾶς κόσμος κυκλεῖται τῶν ζωογονουμένων καὶ φυομένων ἁπάντων. Ἡσίοδος μὲν οὖν οὕτως περὶ αὐτῆς λέγει· πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ. καὶ πάλιν· ἑβδομάτῃ δ’ αὖθις λαμπρὸν φάος ἠελίοιο. Ὅμηρος δέ· ἑβδομάτῃ δἤπειτα κατήλυθεν ἱερὸν ἦμαρ. καί· ἑβδόμη ἦν ἱερή. καὶ πάλιν· ἕβδομον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα. καὶ αὖθις· ἑβδομάτῃ δ’ ἠοῖ λίπομεν ῥόον ἐξ Ἀχέροντος. ναὶ μὴν καὶ Καλλίμαχος ὁ ποιητὴς γράφει· ἑβδομάτῃ δ’ ἠοῖ καί οἱ τετύκοντο ἅπαντα. καὶ πάλιν· ἑβδόμη εἰν ἀγαθοῖςι καὶ ἑβδόμη ἐστὶ γενέθλη. καί· ἑβδόμη ἐν πρώτοισι καὶ ἑβδόμη ἐστὶ τελείη. καί· ἑπτὰ δὲ πάντα τέτυκτο ἐν οὐρανῷ ἀστερόεντι ἐν κύκλοισι φανέντα ἐπιτελλομένοις ἐνιαυτοῖς.

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
