# Στρώματα 5.13.115

Clement of Alexandria, Στρώματα, Book 5, Chapter 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/5.13.115

οἶδα ἐγὼ καὶ Πλάτωνα προσμαρτυροῦντα Ἡρακλείτῳ γράφοντι· ἓν τὸ σοφὸν μοῦνον λέγεσθαι οὐκ ἐθέλει καὶ ἐθέλει Ζηνὸς ὄνομα. καὶ πάλιν· νόμος καὶ βουλῇ πείθεσθαι ἑνός. κἂν τὸ ῥητὸν ἐκεῖνο ἀναγαγεῖν ἐθέλῃς ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω, εὕροις ἂν ὧδέ πως ἐμφαινόμενον πρὸς τοῦ Ἐφεσίου· ἀξύνετοι ἀκούσαντες κωφοῖς ἐοίκασι· φάτις αὐτοῖσιν μαρτυρεῖ παρεόντας ἀπεῖναι. Ἀλλ’ ἄντικρυς μίαν ἀρχὴν καὶ παρ’ Ἑλλήνων ἀκοῦσαι ποθεῖς; Τίμαιος ὁ Λοκρὸς ἐν τῷ φυσικῷ συγγράμματι κατὰ λέξιν ὧδέ μοι μαρτυρήσει· μία ἀρχὰ πάντων ἐστὶν ἀγένητος· εἰ γὰρ ἐγένετο, οὐκ ἂν ἦν ἔτι ἀρχά, ἀλλ’ ἐκείνα, ἐξ ἇς ἁ ἀρχὰ ἐγένετο. ἐρρύη γὰρ ἐκεῖθεν δόξα ἡ ἀληθής· ἄκουε, φησίν, Ἰσραήλ, κύριος ὁ θεός σου εἷς ἐστιν, καὶ αὐτῷ μόνῳ λατρεύσεις. οὗτος ἰδοὺ πάντεσσι σαφὴς ἀπλάνητος ὑπάρχει, ὥς φησιν ἡ Σίβυλλα.

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
