Ancient Greek
Book 5, Chapter 13
Clement of Alexandria, Στρώματα 5.13.118
Not analysed yet
Ὅ τε κωμικὸς Ἐπίχαρμος σαφῶς περὶ τοῦ λόγου ἐν τῇ Πολιτείᾳ λέγει ὧδέ πως· ὁ βίος ἀνθρώποις λογισμοῦ καὶ ἀριθμοῦ δεῖται πάνυ· ζῶμεν ἀριθμῷ καὶ λογισμῷ· ταῦτα γὰρ σῴζει βροτούς· εἶτα διαρρήδην ἐπιφέρει· ὁ λόγος ἀνθρώπους κυβερνᾷ, κατὰ τρόπον σῴζει· εἶτα, εἰ ἔστιν ἀνθρώπῳ λογισμός, ἔστι καὶ θεῖος λόγος· ὃ μὲν ἐν ἀνθρώπῳ πέφυκεν περὶ βίου καταστροφάς· ὃ δέ γε τᾶς τέχνας ἅπασι συνέπεται θεῖος λόγος, ἐκδιδάσκων αὐτὸς αὐτούς, ὅ τι ποιεῖν δεῖ συμφέρον· οὐ γὰρ ἄνθρωπος τέχναν εὗρ· ὁ δὲ θεὸς ταύταν φέρει. ὁ δέ γε τἀνθρώπου πέφυκεν ἀπό γε τοῦ θείου λόγου.