# Στρώματα 5.13.122

Clement of Alexandria, Στρώματα, Book 5, Chapter 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/5.13.122

καὶ μετ’ ὀλίγα αὖθις ἐπιφέρει· ἐπὰν δὲ ἐκλίπῃ τὸ πᾶν, φροῦδος μὲν ἔσται κυμάτων ἅπας βυθός, γῆ δὲ ἑδράνων ἔρημος, οὐδ’ ἀὴρ ἔτι πτερωτὰ φῦλα βαστάσει πυρουμένη, κἄπειτα σώσει πάντα ἃ πρόσθ ἀπώλεσεν. τὰ ὅμοια τούτοις κἀν τοῖς Ὀρφικοῖς εὑρήσομεν ὧδέ πως γεγραμμένα· πάντας γὰρ κρύψας αὖθις φάος ἐς πολυγηθὲς ἐξ ἱερῆς κραδίης ἀνενέγκατο, μέρμερα ῥέζων. ἢν δὲ ὁσίως καὶ δικαίως διαβιώσωμεν, μακάριοι μὲν ἐνταῦθα, μακαριώτεροι δὲ μετὰ τὴν ἐνθένδε ἀπαλλαγήν, οὐ χρόνῳ τινὶ τὴν εὐδαιμονίαν ἔχοντες, ἀλλὰ ἐν αἰῶνι ἀναπαύεσθαι δυνάμενοι, ἀθανάτοις ἄλλοισιν ὁμέστιοι, ἔν τε τραπέζαις ἐόντες ἀνδρείων ἀχέων ἀπόκληροι, ἀτειρεῖς, ἡ φιλόσοφος Ἐμπεδοκλέους λέγει ποιητική. οὐχ οὕτω τις μέγας ἔσται καὶ καθ’ Ἕλληνας ὡς ὑπερέχειν τὴν δίκην, οὐδὲ σμικρὸς ὡς λαθεῖν.

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
