Ancient Greek
Book 5, Chapter 13
Clement of Alexandria, Στρώματα 5.13.123
Not analysed yet
ὁ δὲ αὐτὸς Ὀρφεὺς καὶ ταῦτα λέγει· εἰς δὲ λόγον θεῖον βλέψας τούτῳ προσέδρευε, ἰθύνων κραδίης νοερὸν κύτος· εὖ δ’ ἐπίβαινε ἀτραπιτοῦ, μοῦνον δ’ ἐσόρα κόσμοιο ἄνακτα ἀθάνατον. αὖθίς τε περὶ τοῦ θεοῦ, ἀόρατον αὐτὸν λέγων, μόνῳ γνωσθῆναι ἑνί τινί φησι τὸ γένος Χαλδαίῳ, εἴτε τὸν Ἀβραὰμ λέγων τοῦτον εἴτε καὶ τὸν υἱὸν τὸν αὐτοῦ, διὰ τούτων· εἰ μὴ μουνογενής τις ἀπορρὼξ φύλου ἄνωθεν Χαλδαίων· ἴδρις γὰρ ἔην ἄστροιο πορείης, καὶ σφαίρης κίνημ’ ἀμφὶ χθόνα ὡς περιτέλλει κυκλοτερὲς ἐν ἴσῳ τε κατὰ σφέτερον κνώδακα, πνεύματα δ’ ἡνιοχεῖ περί τ’ ἠέρα καὶ περὶ χεῦμα.