# Στρώματα 5.13.124

Clement of Alexandria, Στρώματα, Book 5, Chapter 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/5.13.124

εἶτα οἷον παραφράζων τὸ ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου ἐπιφέρει· αὐτὸς δ’ αὖ μέγαν αὖτις ἐπ’ οὐρανὸν ἐστήρικται χρυσέῳ εἰνὶ θρόνῳ, γαίη δ’ ὑπὸ ποσσὶ βέβηκεν. χεῖρα δὲ δεξιτερὴν περὶ τέρμασιν ὠκεανοῖο ἐκτέτακεν, ὀρέων δὲ τρέμει βάσις ἔνδοθι θυμῷ οὐδὲ φέρειν δύναται κρατερὸν μένος. ἔστι δὲ πάντῃ αὐτὸς ἐπουράνιος καὶ ἐπὶ χθονὶ πάντα τελευτᾷ, ἀρχὴν αὐτὸς ἔχων καὶ μέσσην ἠδὲ τελευτήν. ἄλλως οὐ θεμιτόν σε λέγειν· τρομέω δέ τε γυῖα ἐν νόῳ. ἐξ ὑπάτου κραίνει, καὶ τὰ ἐπὶ τούτοις. διὰ γὰρ τούτων δεδήλωκεν πάντα ἐκεῖνα τὰ προφητικά· ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη καὶ τακήσεται, ὡς ἀπὸ προσώπου πυρὸς τήκεται κηρός·

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
