Ancient Greek
Book 5, Chapter 13
Clement of Alexandria, Στρώματα 5.13.125
Not analysed yet
καὶ τὰ διὰ Ἡσαΐου τίς ἐμέτρησεν τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί; πάλιν ὅταν εἴπῃ· αἰθέρος ἠδ’ Ἀίδου, πόντου γαίης τε τύραννε, ὅς βρονταῖς σείεις βριαρὸν δόμον Οὐλύμποιο· δαίμονες ὃν φρίσσουσι, θεῶν δὲ δέδοικεν ὅμιλος· ᾧ Μοῖραι πείθονται, ἀμείλικτοί περ ἐοῦσαι· ἄφθιτε, μητροπάτωρ, οὗ θυμῷ πάντα δονεῖται· ὃς κινεῖς ἀνέμους, νεφέλῃσι δὲ πάντα καλύπτεις, πρηστῆρσι σχίζων πλατὺν αἰθέρα· σὴ μὲν ἐν ἄστροις τάξις, ἀναλλάκτοισιν ἐφημοσύναιςι τρέχουσα· σῷ δὲ θρόνῳ πυρόεντι παρεστᾶσιν πολύμοχθοι ἄγγελοι, οἷσι μέμηλε βροτοῖς ὡς πάντα τελεῖται· σὸν μὲν ἔαρ λάμπει νέον ἄνθεσι πορφυρέοισιν· σὸς χειμὼν ψυχραῖσιν ἐπερχόμενος νεφέλαισιν· σάς ποτε βακχευτὴς Βρόμιος διένειμεν ὀπώρας.