Ancient Greek
Book 5, Chapter 13
Clement of Alexandria, Στρώματα 5.13.128
Not analysed yet
καλῶς οὖν καὶ Φιλήμων ὁ κωμικὸς τὴν εἰδωλολατρείαν ἐκκόπτει διὰ τούτων· οὐκ ἔστιν ἡμῖν οὐδεμία Τύχη θεός, οὐκ ἔστιν, ἀλλὰ ταὐτόματον ὃ γίγνεται ὡς ἔτυχ ἑκάστῳ, προσαγορεύεται τύχη. Σοφοκλῆς δὲ ὁ τραγῳδοποιὸς οὐδὲ θεοῖς, λέγει, αὐθαίρετα πάντα πέλονται, νόσφι Διός· κεῖνος γὰρ ἔχει τέλος ἠδὲ καὶ ἀρχήν. ὅ τε Ὀρφεύς· ἓν κράτος, εἷς δαίμων γένετο, μέγας οὐρανὸν αἴθων, ἓν δὲ τὰ πάντα τέτυκται, ἐν ᾧ τάδε πάντα κυκλεῖται, πῦρ καὶ ὕδωρ καὶ γαῖα,