# Στρώματα 5.13.129

Clement of Alexandria, Στρώματα, Book 5, Chapter 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/5.13.129

καὶ τὰ ἐπὶ τούτοις. Πίνδαρός τε ὁ μελοποιὸς οἷον ἐκβακχεύεται, ἄντικρυς εἰπών· τί θεός; ὅ τι τὸ πᾶν. καὶ πάλιν· θεὸς ὁ πάντα τεύχων βροτοῖς. ἐπὰν δὲ εἴπῃ· τί ἔλπεαι σοφίαν; ὀλίγον τοι ἀνὴρ ὑπὲρ ἀνδρὸς ἔχει. τὰ θεῶν βουλεύματα ἐρευνᾶσαι βροτέᾳ φρενὶ δύσκολον· θνατᾶς δ’ ἀπὸ ματρὸς ἔφυ, ἐκεῖθεν ἔσπακε τὴν διάνοιαν· τίς ἔγνω νοῦν κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; ἀλλὰ καὶ Ἡσίοδος δἰ ὧν γράφει συνᾴδει τοῖς προειρημένοις· μάντις δ’ οὐδείς ἐστιν ἐπιχθονίων ἀνθρώπων, ὅστις ἂν εἰδείη Ζηνὸς νόον αἰγιόχοιο. εἰκότως ἄρα Σόλων ὁ Ἀθηναῖος ἐν ταῖς ἐλεγείαις, καὶ αὐτὸς κατακολουθήσας Ἡσιόδῳ, πάντῃ δ’ ἀθανάτων ἀφανὴς νόος ἀνθρώποισι γράφει.

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
