# Στρώματα 5.13.134

Clement of Alexandria, Στρώματα, Book 5, Chapter 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/5.13.134

πολὺ δὲ πλέον οἱ παρ’ Ἕλλησι πολυπράγμονες ἐκ τῆς βαρβάρου ὁρμώμενοι φιλοσοφίας τῷ ἀοράτῳ καὶ μόνῳ καὶ δυνατωτάτῳ καὶ τεχνικωτάτῳ καὶ τῶν καλλίστων αἰτιωτάτῳ τὴν προνομίαν ἔδοσαν, τὰ ἀκόλουθα τούτοις, εἰ μὴ κατηχηθεῖεν πρὸς ἡμῶν, οὐκ ἐπιστάμενοι, ἀλλ’ οὐδ’ αὐτὸν ὅπως νοεῖσθαι πέφυκεν τὸν θεόν, μόνον δ’, ὡς ἤδη πολλάκις εἰρήκαμεν, κατὰ περίφρασιν ἀληθῆ. εἰκότως οὖν ὁ ἀπόστολος ἢ Ἰουδαίων μόνων φησὶν ὁ θεός; οὐχὶ καὶ Ἑλλήνων; οὐ μόνον προφητικῶς λέγων καὶ τοὺς ἐξ Ἑλλήνων πιστεύοντας Ἕλληνας εἴσεσθαι τὸν θεόν, ἀλλὰ κἀκεῖνο μηνύων, ὡς δυνάμει μὲν ὁ κύριος καὶ θεὸς πάντων ἂν εἴη καὶ τῷ ὄντι παντοκράτωρ, κατὰ δὲ τὴν γνῶσιν οὐ πάντων θεός· οὔτε γὰρ ὅ ἐστιν οὔθ’ ὅπως κύριος καὶ πατὴρ καὶ ποιητής, οὐδὲ τὴν ἄλλην ἴσασιν οἰκονομίαν τῆς ἀληθείας, μὴ οὐ πρὸς αὐτῆς διδαχθέντες.

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
