Ancient Greek
Book 5, Chapter 13
Clement of Alexandria, Στρώματα 5.13.139
Not analysed yet
Οἱ δὲ Πυθαγόρειοι τὸν οὐρανὸν τὸν ἀντίχθονα καλοῦσιν, ἐφ’ ἧς γῆς δἰ Ἱερεμίου· τάξω σε εἰς τέκνα, καὶ δώσω σοι γῆν ἐκλεκτὴν κληρονομίαν θεοῦ παντοκράτορος, ἣν οἱ κληρονομήσαντες βασιλεύσουσι γῆς. Καὶ μυρία ἐπὶ μυρίοις ἐπιρρεῖ μοι παρατίθεσθαι, συμμετρίας δ’ οὖν ἕνεκα καταπαυστέον ἤδη τὸν λόγον, ὅπως μὴ τὸ τοῦ τραγῳδοποιοῦ Ἀγάθωνος πάθωμεν καὶ αὐτοί· τὸ μὲν πάρεργον ἔργον ὣς ἡγούμενοι, τὸ δ’ ἔργον ὡς πάρεργον ἐκπονούμενοι.