Ancient Greek · ~3 min
Book 5, Chapter 13
Clement of Alexandria, Στρώματα 5.13.85
Not analysed yet
πιστευτέον ἄρα τούτῳ καὶ κατὰ Πλάτωνα, κἂν ἄνευ γε εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων διά τε τῆς παλαιᾶς διά τε τῆς νέας διαθήκης κηρύσσηται καὶ λέγηται. ἐὰν γὰρ μὴ πιστεύσητε, φησὶν ὁ κύριος, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἔμπαλιν δέ· ὁ πιστεύων ἔχει ζωὴν αἰώνιον. μακάριοι ἄρα πάντες οἱ πεποιθότες ἐπ’ αὐτῷ. πλεῖόν ἐστι τῆς πίστεως τὸ πεποιθέναι· ὅταν γὰρ ἐπίστηταί τις ὅτι ὁ υἱός ἐστι τοῦ θεοῦ ὁ διδάσκαλος ἡμῶν, πέποιθεν ἀληθῆ εἶναι τὴν διδασκαλίαν αὐτοῦ. ὡς δὲ ἡ μάθησις κατ’ Ἐμπεδοκλέα τὰς φρένας αὔξει, οὕτως ἡ εἰς τὸν κύριον πεποίθησις αὔξει τὴν πίστιν. τῶν αὐτῶν γοῦν φαμεν εἶναι φιλοσοφίαν μὲν ψέγειν, πίστεως δὲ κατατρέχειν ἀδικίαν τε ἐπαινεῖν καὶ τὸν κατ’ ἐπιθυμίαν βίον εὐδαιμονίζειν.