Ancient Greek · ~4 min
Book 5, Chapter 13
Clement of Alexandria, Στρώματα 5.13.92
Not analysed yet
Ναὶ μὴν γενετὸν εἶναι τὸν κόσμον ἐκ Μωυσέως παραλαβόντες ἐδογμάτισαν οἱ φιλόσοφοι. καὶ ὅ γε Πλάτων ἄντικρυς εἴρηκεν· πότερον ἦν, ἀρχὴν ἔχων γενέσεως οὐδεμίαν, ἢ γέγονεν, ἀπ’ ἀρχῆς τινος ἀρξάμενος; γέγονεν· ὁρατὸς γὰρ ὢν ἁπτός ἐστιν ἁπτός τε ὢν καὶ σῶμα ἔχει. αὖθίς τε ὁπόταν εἴπῃ τὸν μὲν οὖν ποιητὴν καὶ πατέρα τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον, οὐ μόνον γενητὸν ἔδειξεν τὸν κόσμον, ἀλλὰ καὶ ἐξ αὐτοῦ γεγονέναι σημαίνει καθάπερ υἱόν, πατέρα δὲ αὐτοῦ κεκλῆσθαι, ὡς ἂν ἐκ μόνου γενομένου καὶ ἐκ μὴ ὄντος ὑποστάντος. γενητὸν δὲ καὶ οἱ Στωϊκοὶ τίθενται τὸν κόσμον. Τόν τε ὑπὸ τῆς βαρβάρου φιλοσοφίας θρυλούμενον διάβολον, τὸν τῶν δαιμόνων ἄρχοντα, κακοεργὸν εἶναι ψυχὴν ἐν τῷ δεκάτῳ τῶν Νόμων ὁ Πλάτων λέγει ταῖσδε ταῖς λέξεσιν· ψυχὴν διοικοῦσαν καὶ ἐνοικοῦσαν τοῖς πάντῃ κινουμένοις μῶν οὐ καὶ τὸν οὐρανὸν ἀνάγκη διοικεῖν φάναι; τί μήν; μίαν ἢ πλείους; πλείους, ἐγὼ ὑπὲρ σφῶν ἀποκρινοῦμαι. δυοῖν μέν που ἔλαττον μηδὲν τιθῶμεν, τῆς τε εὐεργέτιδος καὶ τῆς τἀναντία δυναμένης ἐξεργάσασθαι.