Ancient Greek · ~3 min
Book 5, Chapter 2
Clement of Alexandria, Στρώματα 5.2.14
Not analysed yet
Περὶ μὲν οὖν πίστεως ἱκανὰ μαρτύρια τῶν παρ’ Ἕλλησι γραφῶν παρατεθείμεθα· ὡς δὲ μὴ ἐπὶ μήκιστον παρεξίωμεν καὶ περὶ τῆς ἐλπίδος καὶ τῆς ἀγάπης πλεῖστα φιλοτιμούμενοι συναγαγεῖν, ἀπόχρη μόνα ταῦτα εἰπεῖν, ὡς ἐν τῷ Κρίτωνι ὁ Σωκράτης, πρὸ τοῦ ζῆν τὸ εὖ ζῆν καὶ τεθνάναι τιθέμενος, ἐλπίδα τινὰ ἑτέρου βίου μετὰ τὴν τελευτὴν ἔχειν οἴεται. καὶ γὰρ καὶ ἐν τῷ Φαίδρῳ αὐτὴν καθ’ αὑτὴν γενομένην τὴν ψυχὴν λέγων μόνην δύνασθαι τῆς ἀληθινῆς σοφίας καὶ κρείττονος τῆς ἀνθρωπίνης δυνάμεως μεταλαβεῖν, ὅταν αὐτὴν ὁ ἐνθένδε ἔρως εἰς οὐρανὸν πτερώσῃ, διὰ τῆς φιλοσόφου ἀγάπης εἰς τὸ τῆς ἐλπίδος τέλος ἀφικομένην φησὶν ἄλλου βίου ἀιδίου ἀρχὴν λαμβάνειν.