Ancient Greek
Book 5, Chapter 4
Clement of Alexandria, Στρώματα 5.4.22
Not analysed yet
Ναὶ μὴν καὶ τῶν παρ’ Ἕλλησι σοφῶν καλουμένων τὰ ἀποφθέγματα ὀλίγαις λέξεσι μείζονος πράγματος δήλωσιν ἐμφαίνει, οἷον ἀμέλει τὸ χρόνου φείδου ἤτοι ἐπεὶ ὁ βίος βραχύς, οὐ δεῖν τὸν χρόνον τοῦτον εἰς μάτην καταναλῶσαι, ἣ κατ’ ἐναντιότητα φείσασθαι τῶν ἀναλωμάτων τῶν ἰδιωτικῶν, ἵνα κἂν πολλὰ ἔτη ζήσῃς, φησί, μὴ ἐπιλείπῃ σοι τὰ ἐπιτήδεια.