Ancient Greek · ~4 min
Book 5, Chapter 8
Clement of Alexandria, Στρώματα 5.8.53
Not analysed yet
οὕτως καὶ Πλάτων ἐν τῷ Περὶ ψυχῆς τόν τε ἡνίοχον καὶ τὸν ἀποστατήσαντα ἵππον (τὸ ἄλογον μέρος, ὃ δὴ δίχα τέμνεται, εἰς θυμὸν καὶ ἐπιθυμίαν) καταπίπτειν φησίν. ᾗ καὶ τὸν Φαέθοντα δἰ ἀκρασίαν τῶν πώλων ἐκπεσεῖν ὁ μῦθος αἰνίττεται. Ναὶ μὴν καὶ ἐπὶ τοῦ Ἰωσήφ· νέον τοῦτον ζηλώσαντες οἱ ἀδελφοὶ πλεῖόν τι προορώμενον κατὰ τὴν γνῶσιν ἐξέδυσαν τὸν χιτῶνα τὸν ποικίλον καὶ λαβόντες ἔρριψαν εἰς λάκκον, ὁ δὲ λάκκος κενὸς ὕδωρ οὐκ εἶχε· τὴν ἐκ φιλομαθίας τοῦ σπουδαίου ποικίλην γνῶσιν ἀποσκορακίσαντες ἢ ψιλῇ τῇ κατὰ νόμον πίστει κεχρημένοι ἔρριψαν εἰς λάκκον τὸν ὕδατος κενόν, εἰς Αἴγυπτον ἀπεμπολήσοντες τὴν τοῦ θείου λόγου ἔρημον. κενὸς δὲ ἐπιστήμης ὁ λάκκος, ἐν ᾧ ῥιφεὶς καὶ τὴν γνῶσιν ἀποδυσάμενος ὅμοιος τοῖς ἀδελφοῖς ἐδόκει γυμνὸς γνώσεως ὁ διαλεληθὼς σοφός. κατ’ ἄλλο σημαινόμενον εἴη ἂν ἐπιθυμία τὸ ποικίλον ἔνδυμα, εἰς ἀχανὲς ἀπάγουσα βάραθρον. ἐὰν δέ τις ἀνοίξῃ λάκκον ἢ λατομήσῃ, φησί, καὶ μὴ καλύψῃ αὐτόν, ἐμπέσῃ δ’ ἐκεῖ μόσχος ἢ ὄνος, ὁ κύριος τοῦ λάκκου ἀποτίσει ἀργύριον καὶ δώσει τῷ πλησίον, τὸ δὲ τεθνηκὸς αὐτῷ ἔσται.