# Στρώματα 6.11.87

Clement of Alexandria, Στρώματα, Book 6, Chapter 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/6.11.87

οἱ δὲ ἐμφερόμενοι λόγοι εἰσὶν ἑξαπλάσιοι ὡς τὰ τριακόσια τῶν ν΄, καὶ δεκαπλάσιοι ὡς τῶν λ΄ δεκαπλάσια τὰ τριακόσια, καὶ ἐπιδίμοιροι· τὰ γὰρ ν΄ τῶν λ΄ ἐπιδίμοιρα. εἰσὶ δ’ οἳ τοὺς τριακοσίους πήχεις σύμβολον τοῦ κυριακοῦ σημείου λέγουσι, τοὺς ν΄ δὲ τῆς ἐλπίδος καὶ τῆς ἀφέσεως τῆς κατὰ τὴν πεντηκοστήν, καὶ τοὺς λ΄ ἤ, ὡς ἔν τισι, δώδεκα τὸ κήρυγμα δηλοῦν ἱστοροῦσιν, ὅτι τριακοστῷ μὲν ἐκήρυξεν ὁ κύριος ἔτει, ιβ΄ δὲ ἦσαν οἱ ἀπόστολοι, καὶ εἰς πῆχυν συντελεῖσθαι τὸ κατασκεύασμα, εἰς μονάδα τελευτώσης τῆς τοῦ δικαίου προκοπῆς καὶ εἰς τὴν ἑνότητα τῆς πίστεως. Ἡ δὲ τράπεζα ἡ ἐν τῷ ναῷ πηχῶν ἐγεγόνει ἕξ, καὶ πόδες οἱ τέσσαρες ἀνὰ πῆχυν ἕνα ἥμισυ. συνάγουσιν οὖν τοὺς πάντας πήχεις δώδεκα, συμφώνως τῷ κατὰ τὸν ἐνιαύσιον κύκλον ἑλιγμῷ τῶν μηνῶν τῶν ιβ΄, καθ’ οὓς τὰ πάντα φύει τε καὶ τελεσφορεῖ ἡ γῆ ταῖς τέσσαρσιν ὥραις οἰκειουμένη. γῆς δ’, οἶμαι, εἰκόνα ἡ τράπεζα δηλοῖ, τέσσαρσιν ἐπερειδομένη ποσί, θέρει, μετοπώρῳ, ἔαρι, χειμῶνι, δἰ ὧν ὁδεύει τὸ ἔτος. διὸ καὶ κυμάτια στρεπτά φησιν ἔχειν τὴν τράπεζαν, ἤτοι ὅτι περιόδοις καιρῶν κυκλεῖται τὰ πάντα, ἢ καὶ τάχα τὴν ὠκεανῷ περιρρεομένην ἐδήλου γῆν.

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
