Ancient Greek
Book 6, Chapter 15
Clement of Alexandria, Στρώματα 6.15.117
Not analysed yet
ἤδη δὲ καὶ ὁ ἀπόστολος, λέγων κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν, τὴν μὲν διδασκαλίαν τὴν Ἑλληνικὴν στοιχειώδη παραδίδωσιν εἶναι, τελείαν δὲ τὴν κατὰ Χριστόν, καθάπερ ἤδη πρότερον ἐμηνύσαμεν. Αὐτίκα ἡ ἀγριέλαιος ἐγκεντρίζεται εἰς τὴν πιότητα τῆς ἐλαίας καὶ δὴ καὶ φύεται ὁμοειδῶς ταῖς ἡμέροις ἐλαίαις· χρῆται γὰρ τὸ ἐμφυτευόμενον ἀντὶ γῆς τῷ δένδρῳ τῷ ἐν ᾧ φυτεύεται· πάντα δὲ ὁμοῦ τὰ φυτὰ ἐκ κελεύσματος θείου βεβλάστηκεν. διὸ κἂν ἀγριέλαιος ὁ κότινος τυγχάνῃ, ἀλλὰ τοὺς ὀλυμπιονίκας στέφει καὶ τὴν ἄμπελον ἡ πτελέα εἰς ὕψος ἀνάγουσα εὐκαρπεῖν διδάσκει. ὁρῶμεν δὲ ἤδη πλείονα τὴν τροφὴν ἐπισπώμενα τὰ ἄγρια τῶν δένδρων διὰ τὸ μὴ δύνασθαι πέττειν. τὰ οὖν ἄγρια τῶν ἡμέρων ἀπεπτότερα ὑπάρχει, καὶ τὸ αἴτιον τοῦ ἄγρια εἶναι αὐτὰ στέρησις δυνάμεως πεπτικῆς.