# Στρώματα 6.16.148

Clement of Alexandria, Στρώματα, Book 6, Chapter 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/6.16.148

οἱ πλεῖστοι δὲ σὺν καὶ τοῖς φιλοσόφοις τὰς αὐξήσεις καὶ τὰς τροπὰς τοῖς ἄστροις κατὰ τὸ προηγούμενον ἀνατιθέασιν, ἀποστεροῦντες τὸ ὅσον ἐπ’ αὐτοῖς τὴν ἀκάματον δύναμιν τὸν πατέρα τῶν ὅλων. τὰ δὲ στοιχεῖα καὶ τὰ ἄστρα, τουτέστιν αἱ δυνάμεις αἱ διοικητικαί, προσετάγησαν ἐκτελεῖν τὰ εἰς οἰκονομίαν ἐπιτήδεια, καὶ αὐτά τε πείθεται ἄγεταί τε πρὸς τῶν ἐπιτεταγμένων αὐτοῖς, ᾗ ἂν ἡγῆται τὸ ῥῆμα κυρίου, ἐπείπερ ἡ θεία δύναμις ἐπικεκρυμμένως πάντα ἐνεργεῖν πέφυκεν. ὁ τοίνυν ἑαυτὸν φάμενος ἐπινενοηκέναι τι ἢ πεποιηκέναι τῶν πρὸς δημιουργίαν συντεινόντων εὔθυναν ὑφέξει τοῦ ἀσεβοῦς τολμήματος. Δέκατος δέ ἐστιν ὁ περὶ ἐπιθυμιῶν ἁπασῶν λόγος. καθάπερ οὖν ὁ τῶν μὴ καθηκόντων ἐπιθυμῶν εὐθύνεται, κατὰ τὸν αὐτὸν τρόπον οὐκ ἐφεῖται ψευδῶν πραγμάτων ἐπιθυμεῖν οὐδὲ ὑπολαμβάνειν τῶν ἐν γενέσει τὰ μὲν ἔμψυχα ἐξ ἑαυτῶν δύνασθαι, τὰ δὲ ἄψυχα καθάπαξ μὴ δύνασθαι σῴζειν ἢ βλάπτειν· κἄν τις λέγῃ τὴν ἀντίδοτον ἰᾶσθαι μὴ δύνασθαι καὶ τὸ κώνειον φθείρειν, σοφιζόμενος λέληθεν. οὐδὲν γὰρ τούτων ἐνεργεῖ ἄνευ τοῦ τῇ βοτάνῃ καὶ τῷ φαρμάκῳ χρωμένου, ὥσπερ οὐδ’ ἡ ἀξίνη ἄνευ τοῦ κόπτοντος οὐδὲ ὁ πρίων τοῦ πρίζοντος. ὡς δὲ καθ’ ἑαυτὰ μὲν οὐκ ἐνεργεῖ, ἔχει δέ τινας ποιότητας φυσικὰς τῇ τοῦ τεχνίτου ἐνεργείᾳ συντελούσας τὸ οἰκεῖον ἔργον, οὕτως τῇ καθολικῇ τοῦ θεοῦ προνοίᾳ διὰ τῶν προσεχέστερον κινουμένων καθ’ ὑπόβασιν εἰς τὰ ἐπὶ μέρους διαδίδοται ἡ δραστικὴ ἐνέργεια.

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
