# Στρώματα 6.2.10

Clement of Alexandria, Στρώματα, Book 6, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/6.2.10

Λάβοις δ’ ἂν ἐκ παραλλήλου τῆς κλοπῆς τὰ χωρία κἀκ τῶν συνακμασάντων καὶ ἀνταγωνισαμένων σφίσι τὰ τοιαῦτα, Εὐριπίδου μὲν ἐκ τοῦ Ὀρέστου· ὦ φίλον ὕπνου θέλγητρον, ἐπίκουρον νόσου, Σοφοκλέους δ’ ἐκ τῆς Ἐριφύλης· ἄπελθε· κινεῖς ὕπνον ἰητρὸν νόσου, καὶ Εὐριπίδου μὲν ἐξ Ἀντιγόνης· ὀνόματι μεμπτὸν τὸ νόθον, ἡ φύσις δ’ ἴση, Σοφοκλέους δὲ ἐξ Ἀλεαδῶν· ἅπαν τὸ χρηστὸν τὴν ἴσην ἔχει φύσιν, πάλιν Εὐριπίδου μὲν ἐκ Τημένου· τῷ γὰρ πονοῦντι καὶ θεὸς συλλαμβάνει, Σοφοκλέους δὲ ἐν Μίνῳ· οὐκ ἔστι τοῖς μὴ δρῶσι σύμμαχος τύχη, ναὶ μὴν Εὐριπίσου μὲν ἐξ Ἀλεξάνδρου· χρόνος δὲ δείξει σʼ· ᾧ τεκμηρίῳ μαθὼν ἢ χρηστὸν ὄντα γνώσομαί σε ἤτοι κακόν, Σοφοκλέους δὲ ἐξ Ἱππόνου· πρὸς ταῦτα κρύπτε μηδέν, ὡς ὁ πάνθ’ ὁρῶν καὶ πάντ’ ἀκούων πάντ’ ἀναπτύσσει χρόνος.

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
