Ancient Greek
Book 6, Chapter 2
Clement of Alexandria, Στρώματα 6.2.11
Not analysed yet
Ἀλλὰ κἀκεῖνα ὁμοίως ἐπιδράμωμεν. Εὐμήλου γὰρ ποιήσαντος· Μνημοσύνης καὶ Ζηνὸς Ὀλυμπίου ἐννέα κοῦραι, Σόλων τῆς ἐλεγείας ὧδε ἄρχεται· Μνημοσύνης καὶ Ζηνὸς Ὀλυμπίου ἀγλαὰ τέκνα. Πάλιν αὖ τὸ Ὁμηρικὸν παραφράζων Εὐριπίδης· τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πτόλις ἠδὲ τοκῆες; τοῖσδε χρῆται τοῖς ἰαμβείοις ἐν τῷ Αἰγεῖ· ποίαν σε φῶμεν γαῖαν ἐκλελοιπότα πόλει ξενοῦσθαι τῇδε; τίς πάτρας ὅρος; τίς ἔσθ’ ὁ φύσας; τοῦ κεκήρυξαι πατρός; Τί δ’; οὐ Θεόγνιδος εἰπόντος· οἶνος πινόμενος πουλὺς κακός· ἢν δέ τις αὐτῷ χρῆται ἐπισταμένως, οὐ κακὸν ἀλλ’ ἀγαθόν, Πανὐαςςις γράφει· ὡς οἶνος θνητοῖσι θεῶν πάρα δῶρον ἄριστον, πινόμενος κατὰ μέτρον, ὑπέρμετρος δὲ χερείων.