# Στρώματα 6.2.12

Clement of Alexandria, Στρώματα, Book 6, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/6.2.12

Ἀλλὰ καὶ Ἡσιόδου λέγοντος· σοὶ δ’ ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, ᾧ κεν ἅπαντες τέρπωνται, Εὐριπίδης ποιεῖ· ἀντὶ πυρὸς γὰρ ἄλλο πῦρ μεῖζον καὶ δυσμαχώτερον βλάστον γυναῖκες. Πρὸς τούτοις Ὁμήρου λέγοντος· γαστέρα δ’ οὔ πως ἔστιν ἀποπλῆσαι μεμαυῖαν, οὐλομένην, ἣ πολλὰ κάκ’ ἀνθρώποισι δίδωσιν, Εὐριπίδης ποιεῖ· νικᾷ δὲ χρεία μ’ ἡ κακῶς τε ὀλουμένη γαστήρ, ἀφ’ πάντα γίνεται κακά. Ἔτι Καλλίᾳ τῷ κωμικῷ γράφοντι· μετὰ μαινομένων φασὶν χρῆναι μαίνεσθαι πάντας ὁμοίως, Μένανδρος ἐν Πωλουμένοις παρισάζεται λέγων· οὐ πανταχοῦ τὸ φρόνιμον ἁρμόττει παρόν· καὶ συμμανῆναι δ’ ἔνια δεῖ. Ἀντιμάχου τε τοῦ Τηίου εἰπόντος· ἐκ γὰρ δώρων πολλὰ κάκ’ ἀνθρώποισι πέλονται, Ἀγίας ἐποίησεν· δῶρα γὰρ ἀνθρώπων νοῦν ἤπαφεν ἠδὲ καὶ ἔργα.

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
