Ancient Greek
Book 6, Chapter 2
Clement of Alexandria, Στρώματα 6.2.13
Not analysed yet
Ἡσιόδου δὲ εἰπόντος· οὐ μὲν γάρ τι γυναικὸς ἀνὴρ ληίζετ’ ἄμεινον τῆς ἀγαθῆς· τῆς δ’ αὖτε κακῆς οὐ ῥίγιον ἄλλο, Σιμωνίδης εἶπεν· γυναικὸς οὐδὲν χρῆμα ἀνὴρ ληίζεται ἐσθλῆς ἄμεινον οὐδὲ ῥίγιον κακῆς. Πάλιν Ἐπιχάρμου εἰπόντος· ὡς πολὺν ζήσων χρόνον χὠς ὀλίγον οὕτως διανοοῦ. Εὐριπίδης γράφει· τί δήποτε ὄλβῳ μὴ σαφεῖ βεβηκότες οὐ ζῶμεν ὡς ἥδιστα μὴ λυπούμενοι; Ὁμοίως τοῦ κωμικοῦ Διφίλου εἰπόντος· εὐμετάβολός ἐστιν ἀνθρώπων βίος, Ποσείδιππος· οὐδεὶς ἄλυπος τὸν βίον διήγαγεν ἄνθρωπος ὢν οὐδὲ μέχρι τοῦ τέλους πάλιν ἔμεινεν ἀτυχῶν. καὶ κατάλληλά σοί φησιν ὁ Πλάτων γράφων περὶ ἀνθρώπου εὐμεταβόλου ζῴου. Αὖθις Εὐριπίδου εἰπόντος· ὦ πολύμοχθος βιοτὴ θνητοῖς, ὡς ἐπὶ παντὶ σφαλερὰ κεῖσαι, καὶ τὰ μὲν αὔξεις, τὰ δὲ ἀποφθινύθεις, καὶ οὐκ ἔστιν ὅρος κείμενος οὐδεὶς εἰς ὅντινα χρὴ τελέσαι θνητοῖς, πλὴν ὅταν ἔλθῃ κρυερὰ Διόθεν θανάτου πεμφθεῖσα τελευτή, Δίφιλος γράφει· οὐκ ἔστι βίος ὃς οὐχὶ κέκτηται κακά, λύπας, μερίμνας, ἁρπαγάς, στρέβλας, νόσους. τούτων ὁ θάνατος καθάπερ ἰατρὸς φανεὶς ἀνέπαυσε τοὺς ἔχοντας ἀναπαύσας ὕπνῳ.