Ancient Greek
Book 6, Chapter 2
Clement of Alexandria, Στρώματα 6.2.16
Not analysed yet
Ὡς δὲ μὴ ἄμοιρον τήν τε φιλοσοφίαν τήν τε ἱστορίαν, ἀλλὰ μηδὲ τὴν ῥητορικὴν τοῦ ὁμοίου ἐλέγχου περιίδωμεν, καὶ τούτων ὀλίγα παραθέσθαι εὔλογον. Ἀλκμαίωνος γὰρ τοῦ Κροτωνιάτου λέγοντος ἐχθρὸν ἄνδρα ῥᾷον φυλάξασθαι ἢ φίλον ὁ μὲν Σοφοκλῆς ἐποίησεν ἐν τῇ Ἀντιγόνῃ· τί γὰρ γένοιτ’ ἂν ἕλκος μεῖζον ἢ φίλος κακός; Ξενοφῶν δὲ εἴρηκεν· οὐκ ἂν ἐχθροὺς ἄλλως πως βλάψειεν ἄν τις ἢ φίλος δοκῶν εἶναι. Καὶ μὴν ἐν Τηλέφῳ εἰπόντος Εὐριπίδου· Ἕλληνες ὄντες βαρβάροις δουλεύσομεν; Θρασύμαχος ἐν τῷ ὑπὲρ Λαρισαίων λέγει· Ἀρχελάῳ δουλεύσομεν Ἕλληνες ὄντες βαρβάρῳ;