# Στρώματα 6.2.17

Clement of Alexandria, Στρώματα, Book 6, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/6.2.17

Ὀρφέως δὲ ποιήσαντος· ἔστιν ὕδωρ ψυχῇ, θάνατος δ’ ὑδάτεςςιν ἀμοιβή, ἐκ δὲ ὕδατος μὲν γαῖα, τὸ δ’ ἐκ γαίας πάλιν ὕδωρ· ἐκ τοῦ δὴ ψυχὴ ὅλον αἰθέρα ἀλλάσσουσα· Ἡράκλειτος ἐκ τούτων συνιστάμενος τοὺς λόγους ὧδέ πως γράφει· ψυχῇσιν θάνατος ὕδωρ γενέσθαι, ὕδατι δὲ θάνατος γῆν γενέσθαι, ἐκ γῆς δὲ ὕδωρ γίνεται, ἐξ ὕδατος δὲ ψυχή. Ναὶ μὴν Ἀθάμαντος τοῦ Πυθαγορείου εἰπόντος ὧδε ἀγέννατος παντὸς ἀρχὰ καὶ ῥιζώματα τέσσαρα τυγχάνοντι, πῦρ, ὕδωρ, ἀήρ, γῆ· ἐκ τούτων γὰρ αἱ γενέσεις τῶν γινομένων ὁ Ἀκραγαντῖνος ἐποίησεν Ἐμπεδοκλῆς· τέσσαρα τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε· πῦρ καὶ ὕδωρ καὶ γαῖαν ἰδ’ αἰθέρος ἄπλετον ὕψος· ἐκ γὰρ τῶν ὅσα τ’ ἦν ὅσα τ’ ἔσσεται ὅσσα τ’ ἔασιν. Καὶ Πλάτωνος μὲν λέγοντος διὰ τοῦτο καὶ οἱ θεοὶ τῶν ἀνθρωπείων ἐπιστήμονες, οὕς ἂν διὰ πλείστου ποιῶνται, θᾶττον ἀπαλλάττουσι τοῦ ζῆν Μένανδρος πεποίηκεν· ὃν οἱ θεοὶ φιλοῦσιν, ἀποθνῄσκει νέος.

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
