# Στρώματα 6.2.18

Clement of Alexandria, Στρώματα, Book 6, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/6.2.18

Εὐριπίδου δὲ ἐν μὲν τῷ Οἰνομάῳ γράφοντος· τεκμαιρόμεσθα τοῖς παροῦσι τὰ ἀφανῆ, ἐν δὲ τῷ Φοίνικι· τὰ ἀφανῆ τεκμηρίοισιν εἰκότως ἁλίσκεται, Ὑπερείδης λέγει· ἃ δ’ ἐστὶν ἀφανῆ, ἀνάγκη τοὺς διδάσκοντας τεκμηρίοις καὶ τοῖς εἰκόσι ζητεῖν. Ἰσοκράτους τε αὖ εἰπόντος δεῖ δὲ τὰ μέλλοντα τοῖς προγεγενημένοις τεκμαίρεσθαι Ἀνδοκίδης οὐκ ὀκνεῖ λέγειν· χρὴ γὰρ τεκμηρίοις χρῆσθαι τοὶς πρότερον γενομένοις περὶ τῶν μελλόντων ἔσεσθαι. Ἔτι Θεόγνιδος ποιήσαντος· χρυσοῦ κιβδήλοιο καὶ ἀργύρου ἄνσχετος ἄτη, Κύρνε, καὶ ἐξευρεῖν ῥᾴδιον ἀνδρὶ σοφῷ· εἰ δὲ φίλου νόος ἀνδρὸς ἐνὶ στήθεςςι λέληθεν ψυδρὸς ἐών, δόλιον δ’ ἐν φρεσὶν ἦτορ ἔχει, τοῦτο θεὸς κιβδηλότατον ποίησε βροτοῖσι, καὶ γνῶναι πάντων τοῦτ’ ἀνιαρότερον, Εὐριπίδης μὲν γράφει· ὦ Ζεῦ, τί δὴ χρυσοῦ μὲν ὃς κίβδηλος ἦν, τεκμήρια ἀνθρώποισιν ὤπασας σαφῆ, ἀνδρῶν δὲ ὅτῳ χρὴ τὸν κακὸν διειδέναι, οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματι; Ὑπερείδης δὲ καὶ αὐτὸς λέγει· χαρακτὴρ οὐδεὶς ἔπεστιν ἐπὶ τοῦ προσώπου τῆς διανοίας τοῖς ἀνθρώποις.

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
