# Στρώματα 6.2.19

Clement of Alexandria, Στρώματα, Book 6, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/6.2.19

Πάλιν Στασίνου ποιήσαντος· νήπιος ὃς πατέρα κτείνων παῖδας καταλείπει, Ξενοφῶν λέγει· ὁμοίως γάρ μοι νῦν φαίνομαι πεποιηκέναι, ὡς εἴ τις πατέρα ἀποκτείνας τῶν παίδων αὐτοῦ φείσαιτο. Σοφοκλέους τε ἐν Ἀντιγόνῃ ποιήσαντος· μητρός τε ἐν Ἅιδου καὶ πατρὸς τετευχότων, οὐκ ἔστ’ ἀδελφὸς ὅστις ἄν βλάστοι ποτέ, Ἡρόδοτος λέγει· μητρὸς καὶ πατρὸς οὐκ ἔτ’ ὄντων, ἀδελφὸν ἄλλον οὐχ ἕξω. Πρὸς τούτοις Θεοπόμπου ποιήσαντος· δὶς παῖδες οἱ γέροντες ὀρθῷ τῷ λόγῳ, καὶ πρό γε τούτου Σοφοκλέους ἐν τῷ Πηλεῖ· Πηλέα τὸν Αἰάκειον οἰκουρὸς μόνη γερονταγωγῶ καὶ ἀναπαιδεύω πάλιν· πάλιν γὰρ αὖθις παῖς ὁ γηράσκων ἀνήρ, Ἀντιφῶν ὁ ῥήτωρ λέγει· γηροτροφία γὰρ προσέοικεν παιδοτροφίᾳ, ἀλλὰ καὶ ὁ φιλόσοφος Πλάτων· ἄρ’, ὡς ἔοικεν, ὁ γέρων δὶς παῖς γένοιτ’ ἄν.

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
