# Στρώματα 6.2.21

Clement of Alexandria, Στρώματα, Book 6, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/6.2.21

Ἰσοκράτους πάλιν εἰρηκότος ὥσπερ τῶν χρημάτων, ἀλλ’ οὐκ ἐκείνου συγγενὴς οὖσα Λυσίας ἐν τοῖς Ὀρφανικοῖς λέγει· καὶ φανερὸς γέγονεν οὐ τῶν σωμάτων συγγενὴς ὤν, ἀλλὰ τῶν χρημάτων. Ἐπεὶ καὶ Ὁμήρου ποιήσαντος· ὦ πέπον, εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντες αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τ’ ἀθανάτω τε ἔσσεσθ’, οὔτε κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην οὔτε κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν· νῦν δ’, ἔμπης γὰρ κῆρες ἐφεστᾶσιν θανάτοιο μυρίαι, ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐδ’ ὑπαλύξαι, ἴομεν, εἴ κέ τῳ εὖχος ὀρέξομεν, ἠέ τις ἡμῖν, Θεόπομπος γράφει· εἰ μὲν γὰρ ἦν τὸν κίνδυνον τὸν παρόντα διαφυγόντας ἀδεῶς διάγειν τὸν ἐπίλοιπον χρόνον, οὐκ ἂν ἦν θαυμαστὸν φιλοψυχεῖν, νῦν δὲ τοσαῦται κῆρες τῷ βίῳ παραπεφύκασιν ὥστε τὸν ἐν ταῖς μάχαις θάνατον αἱρετώτερον εἶναι δοκεῖν. Τί δ’; οὐχὶ καὶ Χίλωνος τοῦ σοφιστοῦ ἀποφθεγξαμένου ἐγγύα, πάρα δ’ ἄτα Ἐπίχαρμος τὴν αὐτὴν γνώμην ἑτέρῳ ὀνόματι προηνέγκατο εἰπών· ἐγγύας ἄτα ʼστι θυγάτηρ, ἐγγύα δὲ ζαμίας.

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
