Ancient Greek
Book 6, Chapter 2
Clement of Alexandria, Στρώματα 6.2.22
Not analysed yet
Ἀλλὰ καὶ τοῦ ἰατροῦ Ἱπποκράτους ἐπιβλέπειν οὖν δεῖ καὶ ὥρην καὶ χώρην καὶ ἡλικίην καὶ νόσους γράφοντος Εὐριπίδης ἐν ἑξαμέτρῳ τινὶ ῥήσει φησίν· ὃς οἶδ’ ἰατρεύειν καλῶς, πρὸς τὰς διαίτας τῶν ἐνοικούντων πόλιν τὴν γῆν τ’ ἰδόντα τὰς νόσους σκοπεῖν χρεών. Ὁμήρου πάλιν ποιήσαντος· μοῖραν δ’ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν, ὅ τε Ἀρχῖνος λέγει· πᾶσι μὲν ἀνθρώποις ὀφείλεται ἀποθανεῖν ἢ πρότερον ἢ εἰς ὕστερον, ὅ τε Δημοσθένης· πᾶσι μὲν γὰρ ἀνθρώποις τέλος τοῦ βίου θάνατος, κἂν ἐν οἰκίσκῳ τις αὑτὸν καθείρξας τηρῇ.