# Στρώματα 6.2.23

Clement of Alexandria, Στρώματα, Book 6, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/6.2.23

Ἡροδότου τε αὖ ἐν τῷ περὶ Γλαύκου τοῦ Σπαρτιάτου λόγῳ φήσαντος τὴν Πυθίαν εἰπεῖν τὸ πειρηθῆναι τοῦ θεοῦ καὶ τὸ ποιῆσαι ἴσον γενέσθαι, Ἀριστοφάνης ἔφη· δύναται γὰρ ἴσον τῷ δρᾶν τὸ νοεῖν, καὶ πρὸ τούτου ὁ Ἐλεάτης Παρμενίσης· τὸ γὰρ αὐτὸ νοεῖν ἐστίν τε καὶ εἶναι. Ἢ οὐχὶ καὶ Πλάτωνος εἰπόντος ἡμεῖς δὲ τοῦτο λέξοιμεν ἂν ἴσως οὐκ ἀτόπως, ὅτι ἀρχὴ μὲν ἔρωτος ὅρασις, μειοῖ δὲ τὸ πάθος ἐλπίς, τρέφει δὲ μνήμη, τηρεῖ δὲ συνήθεια, Φιλήμων ὁ κωμικὸς γράφει· ὁρῶσι πάντες πρῶτον, εἶτ’ ἐθαύμασαν, ἔπειτ’ ἐπεθεώρησαν, εἷτ’ ἐς ἐλπίδα ἐνέπεσον· οὕτω γίνεται ἐκ τούτων ἔρως. Ἀλλὰ καὶ Δημοσθένους εἰπόντος πᾶσι γὰρ ἡμῖν ὁ θάνατος ὀφείλεται καὶ τὰ ἑξῆς, ὁ Φανοκλῆς ἐν Ἔρωσιν ἢ Καλοῖς γράφει· ἀλλὰ τὸ Μοιράων νῆμ’ ἄλλυτον, οὐδέ ποτ’ ἔστιν ἐκφυγέειν, ὁπόσοι γῆν ἐπιφερβόμεθα.

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
