# Στρώματα 6.2.24

Clement of Alexandria, Στρώματα, Book 6, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/6.2.24

Εὕροις δ’ ἂν καὶ Πλάτωνος εἰπόντος παντὸς γὰρ φυτοῦ ἡ πρώτη βλάστη, καλῶς ὁρμηθεῖσα πρὸς ἀρετήν, τῆς ἑαυτοῦ φύσεως κυριωτάτη τέλος ἐπιθεῖναι τὸ πρόσφορον Ἔφορον τὸν ἱστορικὸν γράφοντα· ἀλλὰ καὶ τῶν ἀγρίων φυτῶν οὐθὲν ἡμεροῦσθαι πέφυκεν, ὅταν παραλλάξωσιν τὴν νεωτέραν ἡλικίαν. Κἀκεῖνο τὸ Ἐμπεδοκλέους· ἤδη γάρ ποτ’ ἐγὼ γενόμην κοῦρός τε κόρη τε θάμνος τ’ οἰωνός τε καὶ εἰν ἁλὶ ἔλλοπος ἰχθύς, Εὐριπίδης ἐν Χρυσίππῳ μεταγράφει· θνῄσκει δὲ οὐδὲν τῶν γινομένων, διακρινόμενον δ’ ἄλλο πρὸς ἄλλο μορφὴν ἑτέραν ἐπέδειξεν. Πλάτωνός τε ἐν Πολιτείᾳ εἰπόντος κοινὰς εἶναι τὰς γυναῖκας Εὐριπίδης ἐν Πρωτεσιλάῳ γράφει· κοινὸν γὰρ εἶναι χρῆν γυναικεῖον λέχος. Ἀλλ’ Εὐριπίδου γράφοντος· ἐπεὶ τά γ’ ἀρκοῦντα ἱκανὰ τοῖς γε σώφροσιν, Ἐπίκουρος ἄντικρύς φησι· πλουσιώτατον αὐτάρκεια πάντων. Αὖθίς τε Ἀριστοφάνους γράφοντος· βέβαιον ἕξεις τὸν βίον δίκαιος ὤν, χωρίς τε θορύβου καὶ φόβου ζήσεις καλῶς, ὁ Ἐπίκουρος λέγει· δικαιοσύνης καρπὸς μέγιστος ἀταραξία.

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
