# Στρώματα 6.2.5

Clement of Alexandria, Στρώματα, Book 6, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/6.2.5

καὶ τὰ μὲν κατὰ φιλοσοφίαν σιωπήσομαι δόγματα, αὐτῶν ὁμολογούντων ἐγγράφως τῶν τὰς αἱρέσεις διανεμομένων, ὡς μὴ ἀχάριστοι ἐλεγχθεῖεν, παρὰ Σωκράτους εἰληφέναι τὰ κυριώτατα τῶν δογμάτων. ὀλίγοις δὲ τῶν καθωμιλημένων καὶ παρὰ τοῖς Ἕλλησιν εὐδοκίμων ἀνδρῶν χρησάμενος μαρτυρίοις, τὸ κλεπτικὸν διελέγξας εἶδος αὐτῶν, ἀδιαφόρως τοῖς χρόνοις καταχρώμενος, ἐπὶ τὰ ἑξῆς τρέψομαι. Ὀρφέως τοίνυν ποιήσαντος· ὣς οὐ κύντερον ἦν καὶ ῥίγιον ἄλλο γυναικός, Ὅμηρος ἄντικρυς λέγει· ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός. Γράψαντός τε Μουσαίου· ὡς αἰεὶ τέχνη μέγ’ ἀμείνων ἰσχύος ἐστίν, Ὅμηρος λέγει· μήτι τοι δρυτόμος περιγίνεται ἠὲ βίηφι. Πάλιν τοῦ Μουσαίου ποιήσαντος· ὡς δ’ αὔτως καὶ φύλλα φύει ζείδωρος ἄρουρα· ἄλλα μὲν ἐν μελίῃσιν ἀποφθίνει, ἄλλα δὲ φύει· ὣς δὲ καὶ ἀνθρώπων γενεὴν καὶ φῦλον ἑλίσσει, Ὅμηρος μεταγράφει· φύλλα τὰ μέν τ’ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θ’ ὕλη τηλεθόωσα φύει, ἔαρος δ’ ἐπιγίνεται ὥρη· ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει, ἣ δ’ ἀπολήγει. Πάλιν δ’ αὖ Ὁμήρου εἰπόντος· οὐχ ὁσίη κταμένοισιν ἐπ’ ἀνδράσιν εὐχετάασθαι, Ἀρχίλοχός τε καὶ Κρατῖνος γράφουσιν, ὃ μέν· οὐ γὰρ ἐσθλὰ κατθανοῦσι κερτομεῖν ἐπ’ ἀνδράσιν, Κρατῖνος δὲ ἐν τοῖς Λάκωσι· φοβερὸν ἀνθρώποις τόδ’ αὖ, κταμένοις ἐπ’ αἰζηοῖσι καυχᾶσθαι μέγα.

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
