# Στρώματα 6.2.6

Clement of Alexandria, Στρώματα, Book 6, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/6.2.6

Αὖθίς τε ὁ Ἀρχίλοχος τὸ Ὁμηρικὸν ἐκεῖνο μεταφέρων· ἀασάμην, οὐδ’ αὐτὸς ἀναίνομαι· ἀντί νυ πολλῶν, ὧδέ πως γράφει· ἤμβλακον, καί πού τινα ἄλλον ἥδ’ ἄτη κιχήσατο· καθάπερ ἀμέλει κἀκεῖνο τὸ ἔπος· ξυνὸς ἐνυάλιος, καί τε κτανέοντα κατέκτα, μεταποιῶν αὐτὸς ὧδέ πως ἐξήνεγκεν· † ἔρξω· ἐτήτυμον γὰρ ξυνὸς ἀνθρώποις Ἄρης. ἔτι κἀκεῖνο μεταφράζων· νίκης ἀνθρώποισι θεῶν ἐν † πείρᾳ κεῖται, διὰ τοῦδε τοῦ ἰάμβου δῆλός ἐστι· καὶ νέους θάρρυνε, νίκης δὲ ἐν θεοῖσι πείρατα.

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
