Ancient Greek
Book 6, Chapter 3
Clement of Alexandria, Στρώματα 6.3.32
Not analysed yet
ἀλλὰ περὶ μὲν τούτων ἐν τῷ περὶ ἀγγέλων λόγῳ προϊούσης τῆς γραφῆς κατὰ καιρὸν διαλεξόμεθα. Δημόκριτος δὲ ἐκ τῆς τῶν μεταρσίων παρατηρήσεως πολλὰ προλέγων Σοφία ἐπωνομάσθη. ὑποδεξαμένου γοῦν αὐτὸν φιλοφρόνως Δαμάσου τοῦ ἀδελφοῦ τεκμηράμενος ἔκ τινων ἀστέρων πολὺν ἐσόμενον προεῖπεν ὄμβρον. οἱ μὲν οὖν πεισθέντες αὐτῷ συνεῖλον τοὺς καρπούς (καὶ γὰρ ὥρᾳ θέρους ἐν ταῖς ἅλωσιν ἔτι ἦσαν), οἱ δὲ ἄλλοι πάντα ἀπώλεσαν ἀδοκήτου καὶ πολλοῦ καταρρήξαντος ὄμβρου. Πῶς δὲ ἔτι ἀπιστήσουσιν Ἕλληνες τῇ θείᾳ ἐπιφανείᾳ περὶ τὸ ὄρος τὸ Σινᾶ, ὁπηνίκα πῦρ μὲν ἐφλέγετο, μηδὲν καταναλίσκον τῶν φυομένων κατὰ τὸ ὄρος, σαλπίγγων τε ἦχος ἐφέρετο ἄνευ ὀργάνων ἐμπνεόμενος; ἐκείνη γὰρ ἡ λεγομένη κατάβασις ἐπὶ τὸ ὄρος θεοῦ ἐπίφασίς ἐστι θείας δυνάμεως ἐπὶ πάντα τὸν κόσμον διηκούσης καὶ κηρυττούσης τὸ φῶς τὸ ἀπρόσιτον. τοιαύτη γὰρ ἡ κατὰ τὴν γραφὴν ἀλληγορία. πλὴν ἑωράθη τὸ πῦρ, ὥς φησιν Ἀριστόβουλος, παντὸς τοῦ πλήθους μυριάδων οὐκ ἔλασσον ἑκατόν, χωρὶς τῶν ἀφηλίκων, ἐκκλησιαζόντων κύκλῳ τοῦ ὄρους, οὐχ ἧττον ἡμερῶν πέντε τῆς περιόδου τυγχανούσης περὶ τὸ ὄρος.