Ancient Greek · ~4 min
Book 6, Chapter 5
Clement of Alexandria, Στρώματα 6.5.39
Not analysed yet
Καὶ ὡς μὲν κλέπται πάσης γραφῆς Ἕλληνες ᾕρηνται. ἱκανῶς, οἶμαι, διὰ πλειόνων δέδεικται τεκμηρίων· ὅτι δὲ οὐ κατ’ ἐπίγνωσιν ἴσασι τὸν θεόν, ἀλλὰ κατὰ περίφρασιν Ἑλλήνων οἱ δοκιμώτατοι, Πέτρος ἐν τῷ κηρύγματι λέγει· γινώσκετε οὖν ὅτι εἷς θεός ἐστιν, ὃς ἀρχὴν πάντων ἐποίησεν, καὶ τέλους ἐξουσίαν ἔχων· καί· ὁ ἀόρατος, ὃς τὰ πάντα ὁρᾷ, ἀχώρητος, ὃς τὰ πάντα χωρεῖ, ἀνεπιδεής, οὗ τὰ πάντα ἐπιδέεται καὶ δἰ ὅν ἐστιν, ἀκατάληπτος, ἀέναος, ἄφθαρτος, ἀποίητος, ὃς τὰ πάντα ἐποίησεν λόγῳ δυνάμεως αὐτοῦ, τουτέστι τοῦ υἱοῦ. εἶτα ἐπιφέρει· τοῦτον τὸν θεὸν σέβεσθε μὴ κατὰ τοὺς Ἕλληνας· ὡς δηλονότι τὸν αὐτὸν ἡμῖν σεβόντων θεὸν καὶ τῶν παρ’ Ἕλλησι δοκίμων, ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν παντελῆ, τὴν δἰ υἱοῦ παράδοσιν μὴ μεμαθηκότων. μή, τοίνυν φησί, σέβεσθε —οὐκ εἶπεν θεὸν ὃν οἱ Ἕλληνες, ἀλλὰ μὴ κατὰ τοὺς Ἕλληνας, τὸν τρόπον τὸν τῆς σεβάσεως ἐναλλάττων τοῦ θεοῦ, οὐχὶ δὲ ἄλλον καταγγέλλων.