# Στρώματα 7.4.24

Clement of Alexandria, Στρώματα, Book 7, Chapter 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/7.4.24

Εἰκότως τοίνυν δεισιδαίμονες περὶ τοὺς εὐοργήτους γινόμενοι πάντα σημεῖα ἡγοῦνται εἶναι τὰ συμβαίνοντα καὶ κακῶν αἴτια· ἐὰν μῦς διορύξῃ βωμὸν ὄντα πήλινον κἂν μηδὲν ἄλλο ἔχων διατράγῃ θύλακον, ἀλεκτρυὼν τρεφόμενος ἐὰν ἀπὸ ἑσπέρας ᾄσῃ, τιθέμενοι τοῦτο σημεῖόν τινος. Τοιοῦτόν τινα ἐν τῷ Δεισιδαίμονι ὁ Μένανδρος διακωμῳδεῖ· ἀγαθόν τι γένοιτό μοι, ὦ πολυτίμητοι θεοί, ὑποδούμενος τὸν ἱμάντα γὰρ τῆς δεξιᾶς ἐμβάδος διέρρηξα. Εἰκότως, ὦ φλήναφε· σαπρὸς γὰρ ἦν, σὺ δὲ σμικρολόγος οὐ θέλων καινὰς πρίασθαι. Χαρίεν τὸ τοῦ Ἀντιφῶντος· οἰωνισαμένου τινός, ὅτι κατέφαγεν ὗς τὰ δελφάκια, θεασάμενος αὐτὴν ὑπὸ λιμοῦ διὰ μικροψυχίαν τοῦ τρέφοντος κατισχναμένην, »χαῖρε«, εἶπεν, »ἐπὶ τῷ σημείῳ, ὅτι οὕτω πεινῶσα τὰ σὰ οὐκ ἔφαγεν τέκνα.« »Τί δὲ καὶ θαυμαστόν, εἰ ὁ μῦς«, φησὶν ὁ Βίων, »τὸν θύλακον διέτραγεν. οὐχ εὑρὼν ὅ τι φάγῃ; τοῦτο γὰρ ἦν θαυμαστόν, εἰ. ὥσπερ Ἀρκεσίλαος παίζων ἐνεχείρει. τὸν μῦν ὁ θῦλαξ κατέφαγεν.«

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
