# Στρώματα 7.4.25

Clement of Alexandria, Στρώματα, Book 7, Chapter 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/7.4.25

Εὖ γοῦν καὶ Διογένης πρὸς τὸν θαυμάζοντα. ὅτι εὗρεν τὸν ὄφιν ἐν τῷ ὑπέρῳ περιειλημένον. »μὴ θαύμαζε« ἔφη· »ἦν γὰρ παραδοξότερον ἐκεῖνο, εἰ τὸ ὕπερον περὶ ὀρθῷ τῷ ὄφει κατειλημένον ἐθεάσω.« Δεῖ γὰρ καὶ τὰ ἄλογα τῶν ζῴων τρέχειν καὶ θεῖν καὶ θεῖν καὶ μάχεσθαι καὶ τίκτειν καὶ ἀποθνῄσκειν, ἃ δή. ἐκείνοις ὄντα κατὰ φύσιν, οὐκ ἄν ποτε ἡμῖν γένοιτο παρὰ φύσιν· ὄρνιθες δέ τε πολλοὶ ὑπ᾿ αὐγὰς ἠελίοιο φοιτῶσιν. Ὁ κωμικὸς δὲ Φιλήμων καὶ τὰ τοιαῦτα κωμῳδεῖ· ὅταν ἴδω (φησί) παρατηροῦντα, τίς ἔπταρεν ἢ τίς ἐλάλησεν. ἤ, τίς ἐστιν ὁ προϊών. σκοποῦντα, πωλῶ τοῦτον εὐθὺς ἐν ἀγορᾷ. αὑτῷ βαδίζει καὶ λαλεῖ καὶ πτάρνυται ἕκαστος ἡμῶν. οὐχὶ τοῖς ἐν τῇ πόλει. τὰ πράγματα ὡς πέφυκεν, οὕτως γίγνεται. Εἶτα νήφοντες μὲν ὑγείαν αἰτοῦνται. ὑπερεμπιπλάμενοι δὲ καὶ μέθαις ἐγκυλιόμενοι κατὰ τὰς ἑορτὰς νόσους ἐπισπῶνται.

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
