Ancient Greek
Book 7, Chapter 4
Clement of Alexandria, Στρώματα 7.4.27
Not analysed yet
Εὖ γὰρ καὶ ὁ Μένανδρος· εἰ μέν τι κακὸν ἀληθὲς εἶχες. Φειδία. ζητεῖν ἀληθὲς φάρμακον τούτου σ᾿ ἔδει. νῦν δ᾿ οὐκ ἔχεις· κενὸν εὑρὲ καὶ τὸ φάρμακον πρὸς τὸ κενόν· οἰήθητι δὲ ὠφελεῖν τί σε. περιμαξάτωσάν σε αἱ γυναῖκες ἐν κύκλῳ καὶ περιθεωσάτωσαν· ἀπὸ κρουνῶν τριῶν ὕδατι περίρραναι ἐμβαλὼν ἅλας, φακούς. πᾶς ἁγνός ἐστιν ὁ μηδὲν ἑαυτῷ κακὸν συνειδώς. Αὐτίκα ἡ τραγῳδία λέγει· Ὀρέστα. τίς σε ἀπόλλυσιν νόσος; Ἡ σύνεσις. ὅτι σύνοιδα δεινὰ εἰργασμένος. τῷ γὰρ ὄντι ἡ ἁγνεία οὐκ ἄλλη τίς ἐστιν πλὴν ἡ τῶν ἁμαρτημάτων ἀποχή. Καλῶς ἄρα καὶ Ἐπίχαρμός φησι· καθαρὸν ἂν τὸν νοῦν ἔχῃς, ἅπαν τὸ σῶμα καθαρὸς εἶ. Αὐτίκα καὶ τὰς ψυχὰς προκαθαίρειν χρεών φαμεν ἀπὸ τῶν φαύλων καὶ μοχθηρῶν δογμάτων διὰ τοῦ λόγου τοῦ ὀρθοῦ, καὶ τότε οὕτως ἐπὶ τὴν τῶν προηγουμένων κεφαλαίων ὑπόμνησιν τρέπεσθαι, ἐπεὶ καὶ πρὸ τῆς τῶν μυστηρίων παραδόσεως καθαρμούς τινας προσάγειν τοῖς μυεῖσθαι μέλλουσιν ἀξιοῦσιν, ὡς δέον τὴν ἄθεον ἀποθεμένους δόξαν ἐπὶ τὴν ἀληθῆ τρέπεσθαι παράδοσιν.