# Στρώματα 7.7.38

Clement of Alexandria, Στρώματα, Book 7, Chapter 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/7.7.38

Καθόλου τοίνυν οὐδεμίαν σῴζει θεοσέβειαν οὔτε ἐν ὕμνοις οὔτε ἐν λόγοις, ἀλλ᾿ οὐδὲ ἐν γραφαῖς ἢ δόγμασιν ἡ μὴ πρέπουσα περὶ τοῦ θεοῦ ὑπόληψις, ἀλλ᾿ εἰς ταπεινὰς καὶ ἀσχήμονας ἐκτρεπομένη ἐννοίας τε καὶ ὑπονοίας. ὅθεν ἡ τῶν πολλῶν εὐφημία δυσφημίας οὐδὲν διαφέρει διὰ τὴν τῆς ἀληθείας ἄγνοιαν. ὧν μὲν οὖν αἱ ὀρέξεις εἰσὶ καὶ ἐπιθυμίαι καὶ ὅλως εἰπεῖν αἱ ὁρμαί, τούτων εἰσὶ καὶ αἱ εὐχαί. διόπερ οὐδεὶς ἐπιθυμεῖ πόματος, ἀλλὰ τοῦ πιεῖν τὸ ποτόν, οὐδὲ μὴν κληρονομίας, ἀλλὰ τοῦ κληρονομῆσαι, οὑτωσὶ δὲ οὐδὲ γνώσεως. ἀλλὰ τοῦ γνῶναι· οὐδὲ γὰρ πολιτείας ὀρθῆς, ἀλλὰ τοῦ πολιτεύεσθαι. τούτων οὖν αἱ εὐχαὶ ὧν καὶ αἰτήσεις, καὶ τούτων αἱ αἰτήσεις ὧν καὶ ἐπιθυμίαι. τὸ δὲ εὔχεσθαι καὶ ὀρέγεσθαι καταλλήλως γίνεται εἰς τὸ ἔχειν τὰ ἀγαθὰ καὶ τὰ παρακείμενα ὠφελήματα τῇ κτήσει. ἀεὶ τοίνυν ὁ γνωστικὸς τὴν εὐχὴν καὶ τὴν αἴτησιν τῶν ὄντως ἀγαθῶν τῶν περὶ ψυχὴν ποιεῖται, καὶ εὔχεται συνεργῶν ἅμα καὶ αὐτὸς εἰς ἕξιν ἀγαθότητος ἐλθεῖν, ὡς μηκέτι ἔχειν τὰ ἀγαθὰ καθάπερ μαθήματά τινα παρακείμενα, εἶναι δὲ ἀγαθόν.

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
