Ancient Greek · ~4 min
Book 7, Chapter 8
Clement of Alexandria, Στρώματα 7.8.50
Not analysed yet
Πολλοῦ γε δεῖ τὸν ἐν τοιαύτῃ εὐσεβείᾳ ἐξεταζόμενον πρόχειρον εἶναι περί τε τὸ ψεύσασθαι περί τε τὸ ὀμόσαι. ὅρκος μὲν γάρ ἐστιν ὁμολογία καθοριστικὴ μετὰ προσπαραλήψεως θείας. ὁ δὲ ἅπαξ πιστὸς πῶς ἂν ἑαυτὸν ἄπιστον παράσχοι, ὡς καὶ ὅρκου δεῖσθαι, οὐχὶ δὲ ἐμπέδως καὶ καθωρισμένως ὅρκον εἶναι τούτῳ τὸν βίον; ζῇ τε καὶ πολιτεύεται καὶ τὸ πιστὸν τῆς ὁμολογίας ἐν ἀμεταπτώτῳ καὶ ἑδραίῳ δείκνυσι βίῳ τε καὶ λόγῳ. εἰ δὲ ἐν τῇ κρίσει τοῦ δρῶντος καὶ λαλοῦντος τὸ ἀδικεῖν, οὐχὶ δὲ ἐν τῷ πάθει κεῖται τοῦ ἀδικουμένου, οὔτε ψεύσεται οὔτε ἐπιορκήσει ὡς ἀδικῶν τὸ θεῖον, τοῦτο φύσει ἀβλαβές ὑπάρχειν εἰδώς· ἀλλ᾿ οὐδὲ διὰ τὸν πλησίον ψεύσεται ἢ παραβήσεταί τι, ὅν γε ἀγαπᾶν μεμάθηκεν, κἂν μὴ συνήθης τυγχάνῃ· δι᾿ ἑαυτὸν δὲ ἄρ᾿ ἔτι μᾶλλον οὔτε ψεύσεται οὔτε ἐπιορκήσει, εἴ γε ἑκὼν οὐκ ἄν ποτε ἄδικος εἰς ἑαυτὸν εὑρεθείη. ἀλλ᾿ οὐδὲ ὀμεῖται, ἐπὶ μὲν τῆς συγκαταθέσεως μόνον τὸ »ναί«, ἐπὶ δὲ τῆς ἀρνήσεως τὸ »οὔ« προελόμενος τάσσειν ἐπίρρημα. ὀμνύναι γάρ ἐστι τὸ ὅρκον ἢ *ὡς ἂν ὅρκον ἀπὸ διανοίας προσφέρεσθαι παραστατικῶς.