Ancient Greek · ~1 min
Book 14
Cleobulus Epigr. et Lyr., Epigrammata 14.101
Not analysed yet
ΚΛΕΟΒΟΥΛΟΥ
Εἷς ὁ πατήρ, παῖδες δυοκαίδεκα· τῶν δὲ ἑκάστῳ
παῖδες <δὶς> τριάκοντα διάνδιχα εἶδος ἔχουσαι·
αἱ μὲν λευκαὶ ἔασιν ἰδεῖν, αἱ δ' αὖτε μέλαιναι·
ἀθάνατοι δέ τ' ἐοῦσαι ἀποφθινύθουσιν ἅπασαι.