# Fragmenta 1

Clidemus, Fragmenta, Dfhg-Source dfhg1_CLIDEMUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clidemus/fragmenta/1

Ἄγραι, χωρίον ἔξω τῆς πόλεως Ἀθηνῶν, οὗ τὰ μικρὰ τῆς Δήμητρος ἄγεται μυστήρια, ἃλέγεται τὰ ἐν Ἄγρας, ὡς τὰ ἐν Ἀσκληπιοῦ. Φερεκράτης Γραυσίν· Εὐθὺς ὡς ἐκαθίζομεν ἐν Ἄγρας. Καὶ Ἀρτέμιδος τῆς Ἀγραίας αὐτόθι τὸ ἱερόν. Πλάτων Φαίδρῳ· ᾟ πρὸς τὸ τῆς Ἀγραίας διαβαίνομεν. Καὶ Δῆμος ἐν α' Ἀτθίδος· «Τὰ μὲν οὖν ἄνω τὰ τοῦ Ἰλισοῦ πρὸς αγορὰν Εἰληθυῖα· τῷ δ ̓ ὄχθῳ πάλαι ὄνομα τοῦτο, ὃ νῦν Ἄγρα καλεῖται, Ἑλικὼν, καὶ ἡ ἐσχάρα τοῦ Ποσειδῶνος τοῦ Ἑλικωνίου ἐπ ̓ ἄχρου.» Καὶ ἐν τῷ δ'· «Εἰς τὸ ἱερὸν τὸ τὸ μητρῷον τὸ ἐν Ἄγραις.»

---

CLIDEMUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1276.tlg003.local002/.
