# Fragmenta 16-19

Clidemus, Fragmenta, 16 to 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clidemus/fragmenta/16

Βοῦς ἕβδομος· μνημονεύει δὲ τοῦ ἑβδόμου βοός· ὅτι δὲ πέμμα ἐστὶ καὶ τῆς Σελήνης ἱερὸν, Κλειτόδημος ἐν Ἀτθίδι φησί. Ὅτι δὲ σεμνὸν ἦν ἡ μαγειρικὴ, μαθεῖν ἐστιν ἐκ τῶν Ἀθήνησι Κηρύκων· οἵδε γὰρ μαγείρων καὶ βουτύπων ἐπεῖχον τάξιν, ὥς φησι Κλείδημος ἐν Πρωτογονίας πρώτῳ. ... Ἡ τῶν Ἀθηναίων ἐκκλησία οὕτως ἐκαλεῖτο. Πολλὴ δ ̓ ἡ μνήμη αὐτῆς παρ ̓ Ἀττικοῖς. Κλείδημος δ ̓ ἐν τρίτῳ Πρωτογονίας, «Συνῄεσαν, φησὶν, εἰς τὴν Πνύκα, ὀνομασθεῖσαν διὰ τὸ τὴν συνοίκησιν πυκνουμένην εἶναι.» ... Ὁ δὲ τὸ Ἐξηγητικὸν ποιήσας Οὐρανοῦ καὶ Γῆς φησὶν αὐτοὺς εἶναι παῖδας, ὀνόματα δὲ αὐτοῖς Κόττον, Βριάρεων καὶ Γύγην.

---

CLIDEMUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1276.tlg003.local002/.
