# Fragmenta 24

Clidemus, Fragmenta, Dfhg-Source dfhg1_CLIDEMUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clidemus/fragmenta/24

Στεφανόπωλις δὲ ἦν, καὶ αὐτὴν ἐξέδωκε πρὸς γάμου κοινωνίαν ὁ Πεισίστρατος Ἱππάρχῳ τῷ υἱῷ, ὡς Κλείδημος ἱστορεῖ ἐν ὀγδόῳ Νόστων· «Ἐξέδωκε δὲ καὶ Ἱππάρχῳ τῷ υἱεῖ τὴν παραιβατήσασαν αὐτῷ γυναῖκα Φύην, τὴν Σωκράτους θυγατέρα· καὶ Χάρμου τοῦ πολεμαρχήσαντος θυγατέρα ἔλαβεν Ἱππίᾳ, Περικαλλεστάτην οὖσαν, τῷ μετ ̓ αὐτὸν τυραννεύσαντι.» Συνέβη δὲ, ὥς φησι, τὸν Χάρμον ἐραστὴν τοῦ Ἱππίου γενέσθαι καὶ τὸν πρὸς Ἀκαδημίᾳ Ἔρωτα ἱδρύσασθαι πρῶτον, ἐφ ̓ οὗ ἐπιγέγραπται· Ποικιλομήχαν ̓ Ἔρως, σοὶ τόνδ ̓ ἱδρύσατο βωμὸν Χάρμος ἐπὶ σκιεροῖς τέρμασι γυμνασίου.

---

CLIDEMUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1276.tlg003.local002/.
