# Fragmenta 25-30

Clidemus, Fragmenta, 25 to 30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clidemus/fragmenta/25

Προοικίαι. Παρὰ Κλειτοδήμῳ, ἐν ἴσῳ τῷ δήμῳ. Κλείδημος δὲ συνεστάναι μὲν ἐκ τῶν αὐτῶν τοῖς ζῴοις τὰ φυτά· ὅσῳ δὲ θολερωτέρων καὶ ψυχροτέρων, τοσοῦτον ἀπέχειν τοῦ ζῷα εἶναι. Τὰ μὲν ψυχρὰ τοῦ θέρους, τὰ δὲ θερμὰ τοῦ χειμῶνος βλαστάνειν, ὥστε ἑκατέραν τὴν φύσιν σύμμετρον εἶναι πρὸς ἑκατέραν τῶν ὡρῶν· οὕτω γὰρ οἴεται καὶ Κλείδημος, οὑ κακῶς μέν. Ἐπιῤῥεῖν κελεύουσιν οἱ μὲν Πλειάδος· ξηρὰν γὰρ ἄνικμόν τε οὖσαν διαφυλάττειν τὸ σπέρμα τὴν γῆν· οἱ δ ̓ ἅμα Πλειάσι δυομέναις, ὥσπερ καὶ Κλείδημος· ἐπιγίνεσθαι γὰρ ὕδατα καὶ πολλὰ τῇ ἑβδόμῃ μετὰ τὴν δύσιν. Ὡς ἐπὶ πολὺ δ ̓ ἐκ τῶν τοιούτων συμβαίνει συκῇ μὲν ψωριᾷν, ἐλαίᾳ δὲ λειχηνιᾷν, ἀμπέλῳ δὲ ῥεῖν, ὥσπερ καὶ Κλείδημός φησι. Εἰσὶ δέ τινες, οἳ τὴν ἀστραπὴν, ὥσπερ καὶ Κλείδημος, οὐκ εἶναί φασιν, ἀλλὰ φαίνεσθαι, παρεικάζοντες ὡς τὸ πάθος ὅμοιον ὂν, καὶ ὅταν τὴν θάλαττάν τις ῥάβδῳ τύπτῃ· φαίνεται γὰρ τὸ ὕδωρ ἀποστίλβον τῆς νυκτός· οὕτως ἐν τῇ νεφέλῃ, ῥαπιζομένου τοῦ ὑγροῦ, τὴν φαντασίαν τῆς λαμπρότητος εἶναι τὴν ἀστραπήν.

---

CLIDEMUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1276.tlg003.local002/.
