# Fragmenta 1

Clytus Milesius, Fragmenta, Dfhg-Source dfhg2_CLYTUS_MILESIUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clytus-milesius/fragmenta/1

Κλύτος ὁ Μιλήσιος, Ἀριστοτέλους δὲ μαθητὴς, ἐν τῷ πρώτῳ Περὶ Μιλήτου γράφει περὶ αὐτῶν οὕτως· «Περὶ δὲ τὸ ἱερὸν τῆς Παρθένου ἐν Λέρῳ εἰσὶν οἱ καλούμενοι ὄρνιθες μελεαγρίδες. Ὁ δὲ τόπος ἐστὶν ἑλώδης, ἐν ᾧ τρέφονται. Ἔστι δὲ ἄστοργον πρὸς τὰ ὄρνεον καὶ ὀλιγωρεῖ τῶν νεωτέρων, ὥστε ἀνάγκη τοῖς ἱερεῦσιν ἐπιμελεῖσθαι αὐτῶν. Ἔχει δὲ τὸ μὲν μέγεθος ὄρνιθος γενναίου, τὴν δὲ κεφαλὴν μικρὰν πρὸς τὸ σῶμα, καὶ ταύτην ψιλὴν, ἐπ ̓ αὐτῆς δὲ λόφον σάρκινον, σκληρὸν, στρογγύλον, ἐξέχοντα τῆς κεφαλῆς ὥσπερ πάτταλον, καὶ τὸ χρῶμα ξυλοειδῆ. Πρὸς δὲ ταῖς γνάθοις ἀπὸ τοῦ στόματος ἀρξαμένην ἀντὶ πώγωνος μακρὰν σάρκα καὶ ἐρυθροτέραν τῶν ὀρνίθων. Τὴν δὲ τοῖς ὄρνισιν ἐπὶ τῷ ῥύγχει γινομένην, ἣν ἔνιοι πώγωνα καλοῦσιν, οὐκ ἔχει· διὸ καὶ ταύτῃ κολοβόν ἐστι. Ῥύγχος δὲ ὀξύτερον καὶ μεῖζον ἢ ὄρνις ἔχει. Τράχηλος μέλας, παχύτερος καὶ βραχύτερος τῶν ὀρνίθων. Τὸ δὲ σῶμα ἅπαν ποικίλον, μέλανος ὄντος τοῦ χρώματος ὅλου, πτίλοις λευκοῖς καὶ πυκνοῖς διειλημμένου [οὐ̣] μείζοσι φακῶν. Οὗτοι δ ̓ εἰσὶν ἐν ῥόμβοις οἱ κυκλίσκοι μέλασι τοῦ ὅλου χρώματος· διὸ καὶ ποικιλίαν τινὰ οἱ ῥόμβοι παρέχονται, τοῦ μὲν μέλανος ἔχοντος λευκότερον τὸ χρῶμα, τοῦ δὲ λευκοῦ πολὺ μελάντερον. Τὸ δὲ κατὰ τὰς πτέρυγας αὐταῖς πεποίκιλται λευκῷ πριονώδεσι σχήμασι [πυρώδεσι] καὶ παρ ̓ ἄλληλα κειμένοις. Σκέλη δὲ ἄκεντρα, ὅμοια τοῖς ὀρνιθείοις. Παραπλήσιαι δ ̓ εἰσὶν αἱ θήλειαι τοῖς ἄρρεσι· διὸ καὶ δυσδιάκριτόν ἐστι τὸ τῶν μελεαγρίδων γένος.» τοσαῦτα καὶ ὁ περιπατητικὸς φιλόσοφος περὶ τῶν μελεαγρίδων ἱστόρησεν.

---

CLYTUS MILESIUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1282.tlg002.local002/.
